← Skirnir Studios

Greek · AI translation

Life of Adam and Eve, Apocalypse of Moses (Greek Life of Adam and Eve)

English for the 3 passages of this work that the Atlas of Ancient Myth, Magic in the Ancient Texts and a study of demons and angels quote or cite, and which the library holds in no published English. The numbers are the edition's own references.

15.0–19.0

15.0

Τότε λέγει ἡ Εὔα πρὸς αὐτούς· ἀκούσατε, πάντα τὰ τέκνα μου καὶ τὰ τέκνα τῶν τέκνων μου, κἀγὼ ἀναγγελῶ ὑμῖν πῶς ἠπάτησεν ἡμᾶς ὁ ἐχθρὸς ἡμῶν. ἐγένετο ἐν τῷ φυλάσσειν ἡμᾶς τὸν παράδεισον ἐφυλάττομεν ἕκαστος τὸ λαχὸν αὐτοῦ μέρος ἀπὸ τοῦ θεοῦ· ἐγὼ δὲ ἐφύλαττον ἐν τῷ κληρῷ μου νότον καὶ δύσιν. ἐπορεύθη δὲ ὁ διάβολος εἰς τὸν κλῆρον τοῦ Ἀδάμ, ὅπου ἦσαν τὰ ἀρσενικὰ θηρία· ἐπειδὴ τὰ θηρία ἐμέρισεν ὁ θεὸς ἡμῖν, καὶ τὰ μὲν ἀρσενικὰ πάντα δέδωκεν τῷ πατρὶ ὑμῶν, καὶ τὰ θηλικὰ πάντα ἔδωκεν ἐμοί, καὶ ἕκαστος ἡμῶν τὸ ἑαυτοῦ ἐτήρει.

Then Eve says to them: Listen, all my children and my children's children, and I will tell you how our enemy deceived us. It happened, while we were guarding paradise, that we each guarded the part allotted to him by God; and I guarded in my lot the south and the west. And the devil went into Adam's lot, where the male animals were; for God divided the animals between us, and all the males he had given to your father, and all the females he gave to me, and each of us kept watch over his own.

16.0

Καὶ ἐλάλησεν τῷ ὄφει ὁ διάβολος λέγων· ἀνάστα ἐλθὲ πρός με καὶ εἴπω σοι ῥῆμα ἐν ὧͺ ὀφεληθῇς. τότε ἦλθεν πρὸς αὐτὸν ὁ ὄφις, καὶ λέγει αὐτῷ ὁ διάβολος· ἀκούω ὅτι φρονιμώτερος εἶ ὑπὲρ πάντων τῶν θηρίων, ἐγὼ δὲ ἦλθον κατανοῆσαί σε· εὗρον δὲ σὲ μείζονα πάντων τῶν θηρίων, καὶ ὁμιλοῦσί σοι· ὅμως προσκυνεῖς τὸν ἐλαχιστότερον. διὰ τί ἐσθίεις ἐκ τῶν ζιζανίων τοῦ Ἀδὰμ καὶ τῆς γυναικὸς αὐτοῦ, καὶ οὐχὶ ἐκ τοῦ καρποῦ τοῦ παραδείσου; ἀνάστα καὶ δεῦρο καὶ ποιήσωμεν αὐτὸν ἐκβληθῆναι διὰ τῆς γυναικὸς αὐτοῦ ἐκ τοῦ παραδείσου, ὡς καὶ ἡμεῖς ἐξεβλήθημεν δι᾽ αὐτοῦ. λέγει αὐτῷ ὁ ὄφις· φοβοῦμαι μήποτε ὀργισθῇ μοι κύριος. λέγει αὐτῷ ὁ διάβολος· μὴ φοβοῦ· μόνον γενοῦ μοι σκεῦος, κἀγὼ λαλήσω διὰ στόματός σου ῥῆμα ἐν ὧͺ δυνήσῃ ἐξαπατῆσαι αὐτόν.

And the devil spoke to the serpent, saying: Get up, come to me, and I will tell you a word by which you may profit. Then the serpent came to him, and the devil says to him: I hear that you are wiser than all the animals, and I have come to observe you; and I have found you greater than all the animals, and they keep company with you; yet you bow down to the lesser one. Why do you eat of the weeds of Adam and his wife, and not of the fruit of paradise? Get up and come, and let us have him thrown out of paradise through his wife, just as we too were thrown out through him. The serpent says to him: I am afraid that the Lord may be angry with me. The devil says to him: Do not be afraid; only become my vessel, and I will speak through your mouth a word by which you will be able to deceive him.

17.0

Καὶ ἐκρεμάσθη εὐθὺς διὰ τῶν τειχέων τοῦ παραδείσου περὶ ὥραν ὅταν ἀνῆλθον οἱ ἄγγελοι τοῦ θεοῦ τοῦ προσκυνῆσαι. τότε ὁ σατανᾶς ἐγένετο ἐν εἴδει ἀγγέλου καὶ ὕμνει τὸν θεὸν καθάπερ οἱ ἄγγελοι· καὶ παρακύψασα ἐκ τοῦ τείχους ἴδον αὐτὸν ὅμοιον ἀγγέλου. καὶ λέγει μοι· σὺ εἶ ἡ Εὔα; καὶ εἶπον αὐτῷ· ἐγώ εἰμι. καὶ λέγει μοι· τί ποιεῖς ἐν τῷ παραδείσῳ; καὶ εἶπον αὐτῷ· ὁ θεὸς ἔθετο ἡμᾶς ὥστε φυλάσσειν καὶ ἐσθίειν ἐξ αὐτοῦ. ἀπεκρίθη μοι ὁ διάβολος διὰ στόματος τοῦ ὄφεως· καλῶς ποιεῖτε, ἀλλ᾽ οὐκ ἐσθίετε ἀπὸ παντὸς φυτοῦ. κἀγὼ λέγω αὐτῷ· ναί, ἀπὸ παντὸς φυτοῦ ἐσθίομεν παρὲξ ἑνὸς μόνου, ὅ ἐστιν ἐν μέσῳ τοῦ παραδείσου, περὶ οὗ ἐνετείλατο ὁ θεὸς ἡμῖν τοῦ μὴ ἐσθίειν ἐξ αὐτοῦ, ἐπεὶ θανάτῳ ἀποθανεῖσθε.

And at once he hung himself over the walls of paradise, about the hour when the angels of God went up to worship. Then Satan took the form of an angel and sang hymns to God as the angels did; and leaning out from the wall I saw him, like an angel. And he says to me: Are you Eve? And I said to him: I am. And he says to me: What are you doing in paradise? And I said to him: God placed us [here] to guard [it] and to eat from it. The devil answered me through the mouth of the serpent: You do well, but you do not eat from every plant. And I say to him: Yes, we eat from every plant except one alone, which is in the middle of paradise, concerning which God commanded us not to eat from it, since [otherwise] you will certainly die.

18.0

Τότε λέγει μοι ὁ ὄφις· ζῇ ὁ θεὸς ὅτι λυποῦμαι περὶ ὑμῶν, ὅτι ὡς κτήνη ἐστέ. οὐ γὰρ θέλω ὑμᾶς ἀγνοεῖν αὐτό, ἀλλὰ ἀνάστα δεῦρο, ἐπάκουσόν μου καὶ φάγε, καὶ νόησον τὴν τιμὴν τοῦ ξύλου. ἐγὼ δὲ εἶπον αὐτῷ· φοβοῦμαι μήποτε ὀργισθῇ μοι ὁ θεός, καθὼς εἶπεν ἡμῖν. καὶ λέγει μοι· μὴ φοβοῦ· ἅμα γὰρ φάγῃς, ἀνοιχθήσονταί σου οἱ ὀφθαλμοί, καὶ ἔσεσθε ὡς θεοὶ ἐν τῷ γινώσκειν τί ἀγαθὸν καὶ τί πονηρόν. τοῦτο δὲ γινώσκων ὁ θεός, ὅτι ἔσεσθε ὅμοιοι αὐτοῦ, ἐφθόνησεν ὑμῖν καὶ εἶπεν· οὐ φάγεσθε ἐξ αὐτοῦ. σὺ δὲ πρόσεχε τῷ φυτῷ, καὶ ὄψει δόξαν μεγάλην περὶ αὐτοῦ. ἐγὼ δὲ προσέσχον τῷ φυτῷ, καὶ ἴδον δόξαν μεγάλην περὶ αὐτοῦ. εἶπον δὲ αὐτῷ ὅτι ὁραῖόν ἐστιν τοῖς ὀφθαλμοῖς κατανοῆσαι, καὶ ἐφοβήθην λαβεῖν ἀπὸ τοῦ καρποῦ. καὶ λέγει μοι· δεῦρο δώσω σοι, ἀκολούθει μοι.

Then the serpent says to me: As God lives, I am grieved for you, because you are like cattle. For I do not want you to be ignorant of this; but get up, come, listen to me and eat, and perceive the worth of the tree. And I said to him: I am afraid that God may be angry with me, as he told us. And he says to me: Do not be afraid; for as soon as you eat, your eyes will be opened, and you will be like gods in knowing what is good and what is evil. But God, knowing this, that you will be like him, begrudged you and said: You shall not eat from it. But you, look closely at the plant, and you will see great glory about it. And I looked closely at the plant, and I saw great glory about it. And I said to him that it was lovely to the eyes to look upon, and I was afraid to take of the fruit. And he says to me: Come, I will give [it] to you; follow me.

19.0

Ἤνοιξα δὲ αὐτῷ, καὶ εἰσῆλθεν ἔσω εἰς τὸν παράδεισον, καὶ διώδευσεν ἔμπροσθέν μου. καὶ περιπατήσας ὀλίγον ἐστράφη καὶ λέγει μοι· μεταμεληθεὶς οὐ δώσω σοι φαγεῖν. ταῦτα δὲ εἶπεν θέλων εἰς τέλος δελεάσαι καὶ ἀπολέσαι με. καὶ λέγει μοι· ὄμοσόν μοι ὅτι δίδεις καὶ τῷ ἀνδρί σου. ἐγὼ δὲ εἶπον αὐτῷ ὅτι οὐ γινώσκω ποίῳ ὅρκῳ ὀμόσω σοι, πλὴν ὃ οἶδα λέγω σοι· μὰ τὸν θρόνον τοῦ δεσπότου καὶ τὰ χερουβὶμ καὶ τὸ ξύλον τῆς ζωῆς, ὅτι δώσω καὶ τῷ ἀνδρί μου φαγεῖν. ὅτε δὲ ἔλαβεν ἀπ᾽ ἐμοῦ τὸν ὅρκον, τότε ἦλθεν καὶ ἐπέβη ἐπ᾽ αὐτόν· ἔθετο δὲ ἐπὶ τὸν καρπόν, ὃν ἔδωκέν μοι φαγεῖν, τὸν ἰὸν τῆς κακίας αὐτοῦ, τοῦτ᾽ ἔστιν τῆς ἐπιθυμίας αὐτοῦ· ἐπιθυμία γάρ ἐστιν κεφαλὴ πάσης ἁμαρτίας. καὶ ἔκλινα τὸν κλάδον ἐπὶ τὴν γῆν καὶ ἔλαβον ἀπὸ τοῦ καρποῦ καὶ ἔφαγον.

And I opened to him, and he came inside into paradise, and went through ahead of me. And after walking a little he turned and says to me: I have changed my mind, and I will not give you [it] to eat. He said this wishing to entice me and destroy me utterly. And he says to me: Swear to me that you will give [it] to your husband too. And I said to him: I do not know with what oath I should swear to you; but what I know I tell you: By the throne of the Master and the cherubim and the tree of life, I will give [it] to my husband too to eat. And when he had received the oath from me, then he came and climbed up on it; and on the fruit, which he gave me to eat, he put the poison of his wickedness, that is, of his desire; for desire is the head of every sin. And I bent the branch down to the ground and took of the fruit and ate.

26.0

Μετὰ δὲ τὸ εἰπεῖν μοι ταῦτα εἶπεν τῷ ὄφει ἐν ὀργῇ μεγάλῃ λέγων αὐτῷ· ἐπειδὴ ἐποίησας τοῦτο καὶ ἐγένου σκεῦος ἀχάριστον, ἕως ἂν πλανήσῃς τοὺς παρειμένους τῇ καρδίᾳ, ἐπικατάρατος σὺ ἐκ πάντων τῶν κτηνῶν· στερηθήσει τῆς τροφῆς σου ἧς ἤσθιες, καὶ χοῦν φάγει πάσας τὰς ἡμέρας τῆς ζωῆς σου· ἐπὶ τῷ στήθει καὶ τῇ κοιλίᾳ πορεύσει καὶ ὑστερηθήσει καὶ χειρῶν καὶ ποδῶν σου· οὐκ ἀφεθήσεταί σοι ὠτίον οὔτε πτέρυξ οὔτε ἓν μέλος τῶν ἁπάντων ὧν σὺ ἐδελέασας ἐν τῇ κακίᾳ σου καὶ ἐποίησας αὐτοὺς ἐκβληθῆναι ἐκ τοῦ παραδείσου· καὶ θήσω ἔχθραν ἀνὰ μέσον σοῦ καὶ ἀνὰ μέσον τοῦ σπέρματος αὐτοῦ· αὐτός σου τηρήσει κεφαλὴν καὶ σὺ αὐτοῦ πτέρναν ἕως τῆς ἡμέρας τῆς κρίσεως.

After saying these things to me, he spoke to the serpent in great anger, saying to him: Since you have done this and have become an ungrateful vessel, so as to lead astray those who are slack of heart, cursed are you beyond all the cattle. You will be deprived of the food that you used to eat, and you will eat dust all the days of your life; on your breast and belly you will go, and you will be deprived both of your hands and of your feet; there will not be left to you ear or wing or a single limb of all those with which you lured [them] in your wickedness and caused them to be thrown out of paradise; and I will put enmity between you and his offspring; he will watch for your head, and you for his heel, until the day of judgment.

Translator's note. ἕως ἂν πλανήσῃς, literally 'until you lead astray', is taken as 'so as to lead astray'. In the clause on the limbs, ὧν may also mean 'of all those whom you lured', i.e. none of the limbs the deceived humans have.

33.0–39.0

33.0

Ἀναστᾶσα δὲ Εὔα ἐπέβαλεν τὴν χεῖρα αὐτῆς ἐπὶ τὸ πρόσωπον αὐτῆς, καὶ λέγει αὐτῇ ὁ ἄγγελος· ἆρον σεαυτὴν ἀπὸ τῶν γηΐνων. Εὔα δὲ ἠτένισεν εἰς τὸν οὐρανόν, καὶ ἴδεν ἅρμα φωτὸς ἐρχόμενον ὑπὸ τεσσάρων ἀετῶν λαμπρῶν, ὃ οὐκ ἦν δυνατόν τινα γεννηθέντα ἀπὸ κοιλίας εἰπεῖν τὴν δόξαν αὐτῶν οὔτε ἰδεῖν τὸ πρόσωπον αὐτῶν, καὶ ἀγγέλους προάγοντας τὸ ἅρμα. ὅτε ἦλθον ἐπὶ τὸν τόπον ὅπου ἔκειτο ὁ πατὴρ ὑμῶν Ἀδάμ, ἔστη τὸ ἅρμα καὶ τὰ Σεραφὶμ ἀνὰ μέσον τοῦ πατρὸς καὶ τοῦ ἅρματος. ἴδον δὲ ἐγὼ θυμιατήρια χρυσᾶ καὶ τρεῖς φιάλας, καὶ ἰδοὺ πάντες οἱ ἄγγελοι μετὰ λίβανον καὶ τὰ θυμιατήρια καὶ τὰς φιάλας ἦλθον ἐπὶ τὸ θυσιαστήριον καὶ ἐνεφύσουν αὐτά, καὶ ἡ ἀτμὶς τοῦ θυμιάματος ἐκάλυψεν τὰ στερεώματα. καὶ προσέπεσαν οἱ ἄγγελοι καὶ προσεκύνησαν τῷ θεῷ, βοῶντες καὶ λέγοντες· Ἰαὴλ ἅγιε, συγχώρησον, ὅτι εἰκών σου ἐστὶν καὶ ποίημα τῶν χειρῶν σου τῶν ἁγίων.

And Eve rose and put her hand over her face, and the angel says to her: Lift yourself up from earthly things. And Eve gazed into heaven, and saw a chariot of light coming, [drawn] by four shining eagles, whose glory it was not possible for anyone born from a womb to tell, nor to see their face, and angels going before the chariot. When they came to the place where your father Adam lay, the chariot stopped, and the seraphim [were] between the father and the chariot. And I saw golden censers and three bowls, and look, all the angels with frankincense and the censers and the bowls came to the altar and blew on them, and the smoke of the incense covered the firmaments. And the angels fell down and worshipped God, crying out and saying: Holy Iael, forgive, for he is your image and the work of your holy hands.

34.0

Καὶ αὖθις ἴδον ἐγὼ Εὔα δύο μεγάλα καὶ φοβερὰ μυστήρια ἑστῶτα ἐνώπιον τοῦ θεοῦ. καὶ ἔκλαυσα ἐκ τοῦ φόβου, καὶ ἐβόησα πρὸς τὸν υἱόν μου Σὴθ λέγουσα· ἀνάστα Σὴθ ἐκ τοῦ σώματος τοῦ πατρός σου Ἀδὰμ καὶ ἐλθὲ ἕως ἐμοῦ, ὅπως ἴδῃς ἃ οὐκ εἶδεν ὀφθαλμός ποτε τινός, καὶ δέονται ὑπὲρ τοῦ πατρός σου Ἀδάμ.

And again I, Eve, saw two great and fearful mysteries standing before God. And I wept from fear, and I cried out to my son Seth, saying: Get up, Seth, from the body of your father Adam and come to me, so that you may see what no one's eye has ever seen; and they are praying for your father Adam.

35.0

Τότε ἀνέστη Σὴθ καὶ ἦλθεν πρὸς τὴν μητέρα αὐτοῦ, καὶ λέγει αὐτῇ· τί σοί ἐστιν; καὶ διὰ τί κλαίεις; λέγει αὐτῷ· ἀνάβλεψον τοῖς ὀφθαλμοῖς σου καὶ ἴδε τὰ ἑπτὰ στερεώματα ἀνεῳγμένα, καὶ ἴδε τοῖς ὀφθαλμοῖς σου πῶς κεῖται τὸ σῶμα τοῦ πατρός σου ἐπὶ πρόσωπον, καὶ πάντες οἱ ἅγιοι ἄγγελοι μετ᾽ αὐτοῦ εὐχόμενοι ὑπὲρ αὐτοῦ καὶ λέγοντες· συγχώρησον αὐτῷ, ὁ πατὴρ τῶν ὅλων, ὅτι εἰκών σου ἐστίν. ἄραγε, τέκνον μου Σήθ, τί ἔσται τοῦτο; πότε δὲ παραδοθήσεται εἰς τὰς χεῖρας τοῦ ἀοράτου πατρὸς καὶ θεοῦ ἡμῶν; τίνες δέ εἰσιν οἱ δύο αἰθίοπες οἱ παριστάμενοι ἐπὶ τὴν προσευχὴν τοῦ πατρός σου;

Then Seth rose and came to his mother, and says to her: What is the matter with you? And why are you weeping? She says to him: Look up with your eyes and see the seven firmaments opened, and see with your eyes how the body of your father lies on its face, and all the holy angels with him, praying for him and saying: Forgive him, Father of all, for he is your image. So then, my child Seth, what will this be? And when will he be handed over into the hands of the invisible Father, our God? And who are the two Ethiopians standing by at your father's prayer?

36.0

Λέγει δὲ Σὴθ τῇ μητρὶ αὐτοῦ· οὗτοί εἰσιν ὁ ἥλιος καὶ ἡ σελήνη, καὶ αὐτοὶ προσπίπτοντες καὶ προσευχόμενοι ὑπὲρ τοῦ πατρός μου Ἀδάμ. λέγει αὐτῷ ἡ Εὔα· καὶ ποῦ ἐστὶν τὸ φῶς αὐτῶν, καὶ διὰ τί γεγόνασιν μελανοειδεῖς; καὶ λέγει αὐτῇ Σήθ· οὐ δύνανται φαίνειν ἐνώπιον τοῦ φωτὸς τῶν ὅλων, καὶ τούτου χάριν ἐκρύβη τὸ φῶς ἀπ᾽ αὐτῶν.

Seth says to his mother: These are the sun and the moon, and they too are falling down and praying for my father Adam. Eve says to him: And where is their light, and why have they become black? And Seth says to her: They cannot shine before the Light of all things, and for this reason the light has been hidden from them.

37.0

Λέγοντος δὲ τοῦ Σὴθ πρὸς τὴν μητέρα αὐτοῦ ἐσάλπισαν οἱ ἄγγελοι ἐπ᾽ ὄψεσι κείμενοι, καὶ ἐβόησαν φωνὴν φοβερὰν λέγοντες· εὐλογημένη ἡ δόξα κυρίου ἐπὶ τῶν ποιημάτων αὐτοῦ· ἠλέησεν τὸ πλάσμα τῶν χειρῶν αὐτοῦ Ἀδάμ. ὅταν διεφώνησαν ταῦτα οἱ ἄγγελοι, ἦλθεν εἷς ἐκ τῶν Σεραφὶμ ἑξαπτερύγων καὶ ἥρπασεν τὸν Ἀδὰμ εἰς τὴν ἀχέρουσαν λίμνην καὶ ἀπέπλυνεν αὐτὸν ἐνώπιον τοῦ θεοῦ. ἐποίησεν δὲ ὥρας τρεῖς κείμενος, καὶ οὕτως ἁπλώσας τὰς χεῖρας αὐτοῦ ὁ τῶν ὅλων δεσπότης καθήμενος ἐπὶ τοῦ ἁγίου θρόνου αὐτοῦ ἦρεν τὸν Ἀδὰμ καὶ παρέδωκεν αὐτὸν τῷ ἀρχαγγέλῳ Μιχαήλ, λέγων αὐτῷ· ἆρον αὐτὸν εἰς τὸν παράδεισον ἕως τρίτου οὐρανοῦ, καὶ ἄφες κἀκεῖσε ἕως τῆς ἡμέρας ἐκείνης τῆς μεγάλης καὶ φοβερᾶς, ἣν μέλλω οἰκονομῆσαι εἰς τὸν κόσμον. καὶ λαβὼν αὐτὸν Μιχαὴλ ὁ ἀρχάγγελος τὸν Ἀδὰμ ἀπῆγεν καὶ κατήλειψεν αὐτόν, καθὼς εἶπεν αὐτῷ ὁ θεὸς ἐπὶ τῇ συγχωρήσει τοῦ Ἀδάμ.

While Seth was speaking to his mother, the angels, lying on their faces, sounded trumpets and cried out with a fearful voice, saying: Blessed is the glory of the Lord over his works; he has had mercy on the creature formed by his hands, Adam. When the angels had cried these things aloud, one of the six-winged seraphim came and snatched Adam away to the Acherusian lake and washed him in the presence of God. And he lay there three hours; and so the Master of all, sitting on his holy throne, stretched out his hands and lifted Adam up and handed him over to the archangel Michael, saying to him: Take him up into paradise, to the third heaven, and leave [him] there until that great and fearful day which I am about to bring about in the world. And Michael the archangel took Adam and led him away and anointed him, as God had told him, at the pardoning of Adam.

38.0

Μετὰ οὖν ταῦτα πάντα ἐδεήθη ὁ ἀρχάγγελος περὶ τῆς κηδείας τοῦ λειψάνου· καὶ προσέταξεν ὁ θεὸς ἵνα συνέλθωσιν πάντες οἱ ἄγγελοι ἐνώπιον αὐτοῦ, ἕκαστος κατὰ τάξιν αὐτοῦ. καὶ συνήχθησαν ἅπαντες οἱ ἄγγελοι, οἱ μὲν ἔχοντες θυμιατήρια, οἱ δὲ σάλπιγγας· καὶ κύριος στρατιῶν ἐπέβη, οἱ δὲ ἄνεμοι ἧλκον αὐτόν, καὶ Χερουβὶμ ὑπερέχοντα τοῖς ἀνέμοις καὶ ἄγγελοι οἱ τοῦ οὐρανοῦ προηγοῦντο αὐτῷ· καὶ ἐλθόντες ὅπου ἦν τὸ σῶμα τοῦ Ἀδάμ, ἔλαβον αὐτό. καὶ ἦλθον εἰς τὸν παράδεισον, καὶ ἐκινήθησαν πάντα τὰ φυτὰ τοῦ παραδείσου, ὡς πάντας ἀπὸ τοῦ Ἀδὰμ γεγεννημένους ἀπὸ τῆς εὐωδίας νυστάξαι, χωρὶς τοῦ Σήθ, διὰ τὸ γεννηθῆναι αὐτὸν καθ᾽ ὅρον τοῦ θεοῦ.

So after all these things the archangel made request about the burial of the remains; and God ordered that all the angels should come together before him, each according to his rank. And all the angels were gathered, some holding censers and others trumpets; and the Lord of hosts mounted [his chariot], and the winds drew him, and cherubim set over the winds and the angels of heaven went before him; and coming to where the body of Adam was, they took it. And they came into paradise, and all the plants of paradise were stirred, so that all those born from Adam grew drowsy from the fragrance, except Seth, because he had been born according to God's decree.

39.0

Ἔκειτο οὖν τὸ σῶμα τοῦ Ἀδὰμ ἐπὶ τὴν γῆν ἐν τῷ παραδείσῳ, καὶ ἐλυπεῖτο ὁ Σὴθ σφόδρα ἐπ᾽ αὐτῷ. καὶ λέγει κύριος ὁ θεός· Ἀδάμ, τί τοῦτο ἐποίησας; εἰ ἐφύλαξας τὴν ἐντολήν μου, οὐκ ἂν ἔχαιρον οἱ κατάγοντές σε εἰς τὸν τόπον τοῦτον. πλὴν οὖν λέγω σοι ὅτι τὴν χαρὰν αὐτῶν ἐπιστρέψω εἰς λύπην, τὴν δὲ σοῦ λύπην ἐπιστρέψω εἰς χαράν, καὶ ἐπιστρέψας καθίσω σε εἰς τὴν ἀρχήν σου ἐπὶ τὸν θρόνον τοῦ ἀπατήσαντός σε· ἐκεῖνος δὲ βληθήσεται εἰς τὸν τόπον τοῦτον, ὅπως ἦͺ καθήμενος ἐπάνω αὐτοῦ. τότε κατακριθήσεται αὐτὸς καὶ οἱ ἀκούσαντες αὐτοῦ, καὶ πολλὰ λυπηθήσονται καὶ κλαύσουσιν ὁρῶντές σε καθήμενον ἐπὶ τοῦ τιμίου αὐτοῦ θρόνου.

So the body of Adam lay on the ground in paradise, and Seth grieved greatly over him. And the Lord God says: Adam, why did you do this? If you had kept my commandment, those who are bringing you down into this place would not be rejoicing. Yet I tell you that I will turn their joy into grief, and your grief I will turn into joy; and I will turn [you] back and seat you in your [former] dominion, on the throne of the one who deceived you; and he will be cast into this place, so that [you] may be sitting above him. Then he and those who listened to him will be condemned, and they will grieve much and weep when they see you sitting on his honoured throne.

Translator's note. Iael (33) is a divine name. In 37 κατήλειψεν means 'anointed', but it may stand for κατέλειψεν 'left [him]', which would match God's order to leave Adam there. In 39 ὅπως ᾖ καθήμενος ἐπάνω αὐτοῦ is third person ('so that he may be sitting above him'); the sense seems to be that Adam will sit above the devil, and it is rendered so.

The whole original: the Online Critical Pseudepigrapha on GitHub.